Απαιδία καὶ συλλήβδην ὀλιγανθρωπία τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων * Πολυβιος


Εξετάζοντας ο Πολυβιος (203 π.Χ. – 120 π.Χ.) τα αίτια της παρακμής της αρχαίας Ελλάδος, επισημαίνει μεταξύ άλλων την ροπή των νέων προς την καλοπέραση και την οκνηρία (Τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων).

Αλλά και την αδιαφορία ως προς την ανατροφή, αν έρχονταν σε γάμο και αποκτούσαν παιδιά («Ἔτι δέ καί ραθυμίαν ἐκτεταμένην καί μή βουλομένην μήτε γαμεῖν μήτ’ ἄν γήμωσι τά γενόμενα τέκνα τρέφειν») 

Έτσι ήλθε η υποταγή στους Ρωμαίους. Ο ιστορικός γράφει πως η υποταγή έφερε περαιτέρω πληθυσμιακό μαρασμό: «Ἀπαιδία καί συλλήβδην ὀλιγανθρωπία». –

**************************************************

Ἐπέσχεν ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία, δι’ ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων.

Εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτ’ ἂν ἢ λέγοντες ἢ πράττοντες πλείονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρ’ οὐ μάταιος ἂν ἐφαίνετο, τῆς αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς διορθώσεως ἐν ἡμῖν κειμένης;

t καὶ μὴ βουλομένων μήτε γαμεῖν μήτ’, ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι, ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν.

Advertisements